1.240 κε καὶ παιδὶ μέγα κλέος ἤρατʹ ὀπίσσω .
1.241 νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο ·
1.242 οἴχετʹ ἄιστος ἄπυστος , ἐμοὶ δʹ ὀδύνας τε γόους τε
1.243 κάλλιπεν . οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
1.244 οἶον , ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʹ ἔτευξαν .
1.245 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι ,
1.246 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ ,
1.247 ἠδʹ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν ,
1.248 τόσσοι μητέρʹ ἐμὴν μνῶνται , τρύχουσι δὲ οἶκον .
1.249 δʹ οὔτʹ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
1.250 ποιῆσαι δύναται · τοὶ δὲ φθινύθουσιν ἔδοντες
1.251 οἶκον ἐμόν · τάχα δή με διαρραίσουσι καὶ αὐτόν .
1.252 τὸν δʹ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη ·
1.253 πόποι , δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
1.254 δεύῃ , κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη .
1.255 εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
1.256 σταίη , ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε ,
1.257 τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʹ ἐνόησα
1.258 οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε ,
1.259 ἐξ Ἐφύρης ἀνιόντα παρʹ Ἴλου Μερμερίδαο
1.260 ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
1.261 φάρμακον ἀνδροφόνον διζήμενος , ὄφρα οἱ εἴη
1.262 ἰοὺς χρίεσθαι χαλκήρεας · ἀλλʹ μὲν οὔ οἱ
1.263 δῶκεν , ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας ,
1.264 ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός · φιλέεσκε γὰρ αἰνῶς
1.265 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς ·
1.266 πάντες κʹ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε .
1.267 ἀλλʹ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται ,
1.268 κεν νοστήσας ἀποτίσεται , ἦε καὶ οὐκί ,
1.269 οἷσιν ἐνὶ μεγάροισι · σὲ δὲ φράζεσθαι ἄνωγα ,
1.270 ὅππως